Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Παφλαγόνες

Συγγραφή : Krsmanović Bojana (28/11/2003)

Για παραπομπή: Krsmanović Bojana, «Παφλαγόνες», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=11969>

Παφλαγόνες (7/7/2009 v.1) Paphlagonians (7/7/2009 v.1) 

Παραθέματα

 

Ο λόγιος Μιχαήλ Ψελλός εξιστορεί την άνοδο της οικογένειας των Παφλαγόνων στην εξουσία:

Ὑπηρέτουν τῷ βασιλεῖ τούτῳ πρὸ τῆς ἀρχῆς ἄλλοι τέ τινες καί τις ἀνὴρ ἐκτομίας, τὴν μὲν τύχην φαῦλος καὶ καταπεπτωκὼς, ὅσα δὲ ἐς γνώμην ῥέκτης δεινότατος· τούτῳ δὴ καὶ Βασίλειος ὁ αὐτοκράτωρ οἰκειότατά τε ἐχρῆτο, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, εἰς ὑπερηφάνους μὲν οὐκ ἀναβιβάσας ἀρχὰς, γνησιώτατα δὲ πρὸς αὐτὸν διακείμενος. Τῷ δὲ ἀδελφός τις ἦν, τὸν μὲν πρὸ τῆς βασιλείας χρόνον ἔτι μειράκιον, τὸ δὲ μετὰ ταῦτα γενειάσας ἤδη καὶ τῆς τελεωτέρας ἡλικίας ἁψάμενος· κατεσκεύαστο δὲ τό τε ἄλλο σῶμα παγκάλως καὶ τὸ πρόσωπον ἐς ἀκριβῆ ὡραιότητα· εὐανθής τε γὰρ ἦν καὶ τὸ ὄμμα λαμπρὸς καὶ ὡς ἀληθῶς μιλτοπάρῃος. Τοῦτον ὁ ἀδελφὸς τῷ βασιλεῖ τῇ βασιλίδι συγκαθημένῳ, οὕτω δόξαν ἐκείνῳ, εἰσήνεγκεν ὀφθησόμενον· καὶ ἐπειδὴ ἄμφω εἰσεληλυθέτην, ὁ μὲν βασιλεὺς ἅπαξ ἰδὼν καὶ βραχέα ἄττα ἐρωτήσας, ἐξιέναι μὲν παρεκελεύσατο, ἐντὸς δὲ εἶναι τῶν βασιλείων αὐλῶν· ἡ δὲ βασιλὶς, ὥσπερ τινὶ συμμέτρῳ φωτὶ τῷ ἐκείνου κάλλει τοὺς ὀφθαλμοὺς ἀναφθεῖσα, ἑαλώκει εὐθὺς καὶ ἐξ ἀρρήτου μίξεως τὸν ἐκείνου ἐνεκυμόνησεν ἔρωτα· καὶ ἦν τοῦτο τέως ἀπόρρητον τοῖς πολλοῖς.

Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 44.18.2-23.

Ο ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει την άνοδο του Μιχαήλ Δ΄ στο θρόνο:

νόσῳ δὲ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ ῾Ρωμανῷ, ἄρτι τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί, Μιχαήλ, Νικήτας, Κωνσταντῖνός τε καὶ Γεώργιος. ἀλλ’ αὐτὸς μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἁπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. ἄμφω δὲ τὴν ἀργυραμοιβὴν μετῄεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. τούτους οἰκειωθέντας ἅπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυναστείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῇρε δυνάμεως. οἵ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασιλέως ἄρχων προὐβέβλητο τοῦ πανθέου. πρὸς τοῦτον ἡ βασιλὶς ἔρωτα δαιμονιώδη σχοῦσα καὶ μανικόν, καὶ κρυφίους ἐντυχίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. διὸ καί φασι χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν ἐπιζητούσης τῆς βασιλίδος τοῦ τὸν μὲν βασιλέα ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. ὅθεν καὶ φαρμάκοις, ὡς εἴρηται, οὐκ ὠκυμόροις, ἀλλὰ σχολαίτατον καὶ βραδὺν ἐπάγουσι θάνατον καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὢν καὶ ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. διήρκεσεν οὖν ἄχρι τῆς ἑνδεκάτης τοῦ Ἀπριλλίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ‚Ϛφμβ’ ἔτους. τότε δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν συγκλητικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπ’ ἔτη πέντε καὶ μῆνας ἕξ. καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως ῾Ρωμανοῦ τάχα ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα ῾Ρωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκβαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ’ ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας αὐτοὺς ἀξιῶσαι.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 389.67-391.8.

Ο ρόλος του Ιωάννη Ορφανοτρόφου στην εγκαθίδρυση της νέας δυναστείας:

Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ἥπτετο. ἀλλ’ ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τἀδελφοῦ (ἑώρα γὰρ ὡς εἰς παράδειγμα τὸν ῾Ρωμανόν), μή τι καὶ πάθῃ δεινόν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. καὶ οὐδὲ μικρὸν ἢ μέγα ἦν, ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 392.13-23.

Ο Σκυλίτζης αναφέρεται στη θέση εξουσίας του Ιωάννη Ορφανοτρόφου:

Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 395.95-3.

Η κατανομή της εξουσίας στους Παφλαγόνες, όπως περιγράφεται στο ιστορικό έργο του Ιωάννη Σκυλίτζη:

Νικήτα δὲ τοῦ στρατηγοῦντος Ἀντιοχείας τῆς ἐν Συρίᾳ καταστρέψαντος τὴν ζωήν, ἅτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβεστιάριος γίνεται, τοῦ Συμεών, ὡς εἴπομεν, τὸ μοναχικὸν ἐνδυσαμένου σχῆμα. ἐλευθεροῖ δὲ καὶ τοὺς καθειργμένους Ἀντιοχεῖς τῆς χρονίου καθείρξεως ὁ βασιλεύς, ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Μαρίας υἱόν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 397.58-64.


Η άνοδος του Μιχαήλ Ε΄ στο θρόνο και οι προσπάθειές του να εδραιώσει τη θέση του, όπως τις περιγράφει ο Σκυλίτζης:

πλὴν οὐ παρέμεινεν ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλ’ ἀποβλέψασα πρὸς τὸν ὄγκον τῆς βασιλείας καὶ διαγνοῦσα, ὡς οὐκ ἄν ποτε καθ’ ἑαυτὴν αὐτὴ δυνηθείη ὀρθῶς τὰ κοινὰ διεξάγειν, καὶ ἀλυσιτελὲς νομίσασα τὸ ἀβασίλευτον καὶ ἄναρχον τὴν τηλικαύτην εἶναι ἀρχήν, καὶ δέον εἶναι κρίνασα προχειρίσασθαι βασιλέα τὸν δυνάμενον ἀντιλαμβάνεσθαι τῶν πραγμάτων ἐν ταῖς συμβαινούσαις τῶν περιστάσεων, καὶ ἐπὶ τρεῖς ὅλας ἡμέρας περὶ τούτου διασκοπήσασα, τὸν τοῦ βασιλέως ἀνεψιὸν καὶ ὁμώνυμον, τὸν υἱὸν τοῦ Στεφάνου τοῦ ἐν Σικελίᾳ τα πράγματα διαφθείραντος, καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδετάτοις κατασφαλίσασα, ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, πράττουσαν, ἅττα δὴ καὶ κελεύει ποιεῖν, εἰσποιητὸν προσλαμβάνεται υἱὸν καὶ βασιλέα ῾Ρωμαίων ἀναγορεύει, τῷ βασιλικῷ ταινιώσασα διαδήματι, πρότερον ἐκποδὼν ποιησαμένη τὸν ὀρφανοτρόφον καὶ ἐς τὸ μοναστήριον τῶν Μονοβατῶν ἐξορίσασα, παραπλησίως καὶ Κωνσταντῖνον τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς παραλύσασα καὶ ἐν τοῖς τοῦ Ὀψικίου κτήμασιν αὐτοῦ τῆς ἁψῖδος τοῦτον περιορίσασα, ὡσαύτως καὶ Γεώργιον τὸν πρωτοβεστιάριον ἐν τοῖς κατὰ Παφλαγονίαν κτήμασιν αὐτοῦ στείλασα. κατ’ αὐτὴν δὲ τὴν ὥραν, καθ’ ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθε τοῦ πεσεῖν. μόλις δ’ οὖν αὐτὸν ἀνεκαλέσαντο μύροις καὶ ἀρώμασι καὶ λοιποῖς ἄλλοις εὐώδεσιν εἴδεσιν. ἐκλονεῖτο δὲ καὶ ἡ γῆ παρ’ ὅλους τοὺς τέσσαρας μῆνας τῆς βασιλείας αὐτοῦ. τέως δὲ στεφθεὶς παρὰ τοῦ πατριάρχου καὶ βασιλεὺς καταστὰς τιμαῖς καὶ ἀξιώμασι τὴν σύγκλητον καὶ δωρεῶν διανομαῖς τὸ κοινὸν ἀνελάμβανεν. ἐντεύξει δὲ τῇ πρὸς τὴν δέσποιναν καὶ Κωνσταντῖνον τὸν δομέστικον μετακαλεσάμενος τῆς ὑπερορίας καὶ νωβελίσσιμον τιμήσας εἶχε μεθ’ ἑαυτοῦ. δόξας δὲ ἐν βεβαίῳ ἑστάναι αἰφνίδιον ἔπεσε. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ συμβουλίαις τοῦ δομεστίκου διαφθαρείς, λεγόντων πολλάκις, μὴ πιστεύειν τῇ δεσποίνῃ, ἀλλὰ φυλάττεσθαι ταύτην, ἵνα μὴ παραπλήσια πάθῃ τῷ τε θείῳ αὐτοῦ καὶ βασιλεῖ Μιχαὴλ καὶ τῷ πρὸ αὐτοῦ ῾Ρωμανῷ, γοητείαις, ὡς ἔφασκον, κατεργασθέντι, καὶ συμβουλευόντων, εἰ οἷόν τε, ἐκποδὼν θέσθαι αὐτὴν καὶ σπεῦσαι μὴ προληφθῆναι, καὶ συνεχεῖς τὰς προσβολὰς περὶ ταὐτοῦ ποιούμενοι πράγματος ἀναπεῖσαι ἴσχυσαν ἐπιβουλὴν κατ’ αὐτῆς μελετῆσαι.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 416.61-417.95.

Ο Μιχαήλ Ε΄ στρέφεται εναντίον των συγγενών του:

οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μιχαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσαρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέσει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι ἀλλ’ αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις, ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυνόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην, ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὐτοῦ, πολλοὺς μὲν καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων, ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάννην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους, ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς βοηθείας ἀπεργασάμενος.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (ed.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 10.21-12.6.

Οι ενδοδυναστικές διαμάχες των Παφλαγόνων (1041-1042) όπως τις αφηγείται στο έργο του ο Μιχαήλ Ψελλός:

Γέγονε δὲ τούτῳ προσθήκη πρὸς τὴν τοῦ θείου διαβολὴν καὶ ὁ ἀδελφὸς Κωνσταντῖνος, ὃς δὴ πρὸ πολλοῦ ἦν τῷ Ἰωάννῃ βασκαίνων, ὅτι δὴ μόνος παρὰ τοὺς ἀδελφοὺς τῶν πραγμάτων εἶχε διοίκησιν, καὶ οἷον δεσπότης αὐτῶν ἀλλ’ οὐχ ὁμογενὴς ἦν, τότε μὲν οὐχ οἷός τε ἦν τὸ μῖσος εἰς προὖπτον ἐξενεγκεῖν· ὁ γάρ τοι ἀδελφὸς ἐκείνων καὶ βασιλεὺς τὸν μὲν Ἰωάννην, ὡς καὶ τῶν ἄλλων πρεσβύτατον καὶ συνετώτατον ἄνδρα καὶ διεξητασμένον ἐν τῇ τῶν κοινῶν πραγμάτων ἐπιμελείᾳ, ὑπερηγάπα καὶ ἔστεργε, τὸ δὲ λοιπὸν γένος ὡς μήτε τὰ μέτρια ἠγαπηκότας μήτε τι ἐκείνῳ λυσιτελοῦντας εἰς τὴν τῆς βασιλείας διοίκησιν ἐμίσει καὶ ἀπεστρέφετο· ὅθεν καὶ χαλεπαίνοντος κατ’ ἐκείνων τοῦ αὐτοκράτορος οὗτος αὐτοῖς διέλυε τὴν ὀργὴν καὶ τὸν ἀδελφὸν εἰς εὐμένειαν μετερρύθμιζεν· εἰ τοίνυν καὶ ἐβάσκαινον αὐτῷ τῆς δόξης <οἱ> ἀδελφοὶ, καὶ μάλιστά γε ὁ Κωνσταντῖνος, ἀλλὰ τολμῆσαί τι κατ’ ἐκείνου καὶ πρᾶξαι ἀδύνατον αὐτοῖς ἦν. Ἐπεὶ δὲ ὁ ἀδελφὸς ἐτεθνήκει, μεταπεπτώκει δὲ εἰς τὸν ἀνεψιὸν ἡ τοῦ κράτους διαδοχὴ, εὔκαιρον κατὰ τοῦ Ἰωάννου ὁ Κωνσταντῖνος ἔσχηκεν ἀφετήριον· ἦν γὰρ καὶ προτεθεραπευκὼς τὸν αὐτοκράτορα ὁπηνίκα τὴν τοῦ καίσαρος εἶχε τιμήν· ἐδίδου γὰρ αὐτῷ τῶν οἰκείων ἀπαντλεῖν θησαυρῶν ὁπόσα καὶ ἐβούλετο, καὶ ἦσαν ἐκείνῳ τὰ τούτου χρήματα ἀντὶ πρυτανείου καὶ ταμιείου· ἐξωνεῖτο γοῦν αὐτὸν ἐντεῦθεν, καὶ ὡς ἐπὶ προδήλῳ τῇ τύχῃ τὴν ἐκείνου γνώμην προκατελάμβανεν, ἐκοινώνουν τε ἀπορρήτων ἄμφω ἀλλήλοις, καὶ διαβεβλημένως ἤστην πρὸς τὸν Ἰωάννην, ὡς ἀντεπιχειροῦντα τοῖς δόξασι καὶ συγγενεῖ ἑτέρῳ τὴν ἀρχὴν μνηστευόμενον. Ὁ τοίνυν καῖσαρ ὁμοῦ τε βασιλεὺς ἀνηγόρευται, καὶ ἐς τὴν τοῦ νωβελλισίμου τιμὴν ἀνάγει τὸν Κωνσταντῖνον, ὁμοδίαιτόν τε ποιεῖ, καὶ λαμπρὰς ἀπεδίδου τῆς προλαβούσης εὐνοίας τὰς ἀμοιβάς.

Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 89.7.1-8.15.

Ο μεταγενέστερος ιστορικός Ιωάννης Ζωναράς περιγράφει την πτώση του Μιχαήλ Ε΄ (1042):

Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἵματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὖργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ’ αὐτῆς αἰτιάματα φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγομένῃ τοῦ Πρίγκιπος καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τριβώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς· ἡ δὲ δίκη οὐκ ἐπενύσταξεν, ἀλλ’ αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα δρᾶμα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ’ ἕκαστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέθεον ἐπὶ τὰ ανάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν (κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα), περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας (πολλοὶ δ’ αὐτῷ παρετρέφοντο) διὰ μέσης τῆς ἀγορᾶς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια· καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ’ αὐτῶν ἀφιέντας καὶ λίθους ἐκ σφενδονῶν, ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἵνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθείσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων ἀφίκοντο ἐπ’ αὐτήν· καὶ ταύτην τῆς κατοικίας ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα βασιλὶς ανηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ’ ἑαυτῷ περιθέμενος ἄμφια. ἐπεὶ δ’ ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν ἑαυτούς, καὶ ἐπ’ ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο· τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώθαζον καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ’ ἧκον ἐπὶ τὸ Σίγμα (τόπος δ’ ἐστὶ κεκλημένος τουτί), ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος.

Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, Büttner-Wobst, Th. (ed.), Ioannis Zonarae Epitomae Historiarum 3 (Bonn 1897), σελ. 609.3-612.17.

Η τύφλωση και ο θάνατος του Ιωάννη Ορφανοτρόφου όπως περιγράφονται στο ιστορικό έργο του Ζωναρά:

ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς, ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ’ ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν.

Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, Büttner-Wobst, Th. (ed.), Ioannis Zonarae Epitomae Historiarum 3 (Bonn 1897), σελ. 624.14-625.2.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>