The agreement between Nikephoros Botaneiates and Philaretos Brachamios
Ἐν δέ τῷ ἔτει τούτῳ δουλικὴν ὠμολόγησε πίστιν τῷ βασιλεῖ ὁ κουροπαλάτης Φιλάρετος ὁ Βραχάμιος. Οὗτος γὰρ ἐν τόποις δυσβάτοις καὶ ὀρεινοῖς καὶ τῶν Τουρκικῶν παρόδων ἀπωκισμένοις τὰς οἰκήσεις ποιούμενος τείχεσι πλείστοις τοὺς στενωποὺς περιέλαβε, καὶ κατοχυρώσας τὰς διεκβάσεις ἀνάλωτόν της ἐκεῖσε χώραν ἀπὸ τῶν ἐναντίων εἰργάσατο, καὶ πλῆθος Ἀρμενίων καὶ ξυγκλύδων ἀνδρῶν συλλεξάμενος δύναμιν ἐαυτῷ περιμάχητον ἀπειργάσατο, καὶ τῷ προβεβασιλευκότι ἀκαταδούλωτος ἦν, καὶ κατ’ ἐξουσίαν τὰ ἑαυτοῦ προμηθούμενος, καὶ πόλεις βασιλικὰς εἰς ἑαυτὸν οἰκειούμενος, καὶ εἰς μῆκος ἐξαίρων τὴν ἰδίαν κατάκτησιν. Καὶ τότε μὲν οὕτως. Τοῦ δὲ Βοτανειάτου τὴν αὐτοκράτορα περιεζωσμένον ἀρχὴν δοῦλος αὐτεπάγγελτος γέγονε καὶ ὑπηρέτης ἐν πᾶσι πειθήνιος καὶ πᾶν τὸ προσταττόμενον ἐπιμελῶς ἐργαζόμενος. Καὶ λόγους διαγραφῆς δέδωκε τῆς προτέρας σκληρότητος, ὅτι γλίσχρως καὶ οὐ βασιλικῶς τὰ κατ’ αὐτὸν τε καὶ τοὺς ἄλλους ὁ προβεβασιλευκὼς μετεχειρίζετο πράγματα, ταῖς ὑποθημοσύναις τοῦ λογοθέτου καταδουλούμενος.
Michaelis Attaliotae Historia, ed. V. Brunet de Presle – I. Bekker (CSHB, Bonn 1853), p. 301.