|
|
|
|
|
Παραθέματα
|
|
1. Η ίδρυση της εκκλησιαστικής έδρας των Ευχαΐτων:
«+ Ο του X(ριστο)υ αθλητης και των επουρανίων πολι| της/ Θεοδωρος o τουδε το πολισματος εφορος/ Αναστασιον πιθει τον ευσεβη τροπεουχον/ ειδρυσε θρονονιερων μυστηριων επωνυμον/ ουπερ λαχων Μαμας ο καθαροτατος μυστης/ κινει μεν αει τοις θεοτευκτοις ασμασιν την | γλωτταν/ πληρων της πνευματικης χοριας τον | δε τον τοπον/ ελκει δε φιλοφροσυνην ως εα των απαντ(ων)+»
Mango C. – Sevcenko I., «Three Inscriptions of the Reign of Anastasius I and Constantine V», Byzantinische Zeitschrift 65 (1972), σελ. 379-393, ειδικώς σελ. 383.
2. Επιδόσεις της εκκλησιαστικής έδρας των Ευχαΐτων:
Nοέμβριος 1318
καὶ τὸν ἱερότατον μητροπολίτην Ἄπρω … παρακαλευσάμενος ἐπέχειν αὐτὸν ἀπό γε τοῦ νῦν τὸν τόπον τοῦ Εὐχαΐτων καὶ πάντων τῶν ἀνηκόντων τῷ τοιούτῳ θρόνῳ μετέχειν μετὰ πάσης ἀδείας …
Acta et Diplomata Sacra et Profana, I, εκδ. Miclosisch, F. – Müller, I. (Vindobonae 1862), σελ. 91.
Ἰανουάριος 1327
ἐπειδὴ τοίνυν αἱ κατὰ τὸν τόπον τῆς Ἀνατολῆς ἁγιώταται μητροπόλεις, ἡ τῆς Σεβαστείας δηλονότι, ἡ τῶν Εὐχαΐτων, ἡ τοῦ Ἰκονίου, ἡ τοῦ Μωκησοῦ, καὶ ἡ ἁγιωτάτη ἀρχιεπισκοπὴ Ναζιανζὸς ἀμοιροῦσι γνησίων ἀρχιερέων ἐπὶ χρόνον ἤδη συχνὸν διὰ τὴν ἐπικρατήσασαν παραχωρήσει θεοῦ διὰ πλῆθος ἁμαρτιῶν σύγχυσιν καὶ ἀνωμαλίαν ἐκ τῆς τῶν ἀθέων ἐχθρῶν ἐπιθέσεως, κα ἐντεῦθεν στερεῖται ὁ ὑπ’ αὐτὰς χριστιανικὸς λαὸς ἀρχιερατικῆς ἐπιστασίας καὶ ἐπισκέψεως καὶ τοῦ ἀπὸ ταύτης ἁγιασμοῦ, ἡ μετριότης ἡμῶν συνδιασκεψαμένη τὰ περὶ τούτου τοῖς περὶ αὐτὴν ἱεροτάτοις ἀρχιερεῦσιν, ἐπέτρεψε καὶ ἀνέθετο τῷ ἱεροτάτῳ μητροπολίτῃ Καισαρείας, ὑπερτιμῶ καὶ ἐξάρχω πάσης Ἀνατολῆς, … ὡς πλησιοχωρούντι ταῖς τοιαύταις ἐκκλησίαις … ὥστε ἰθύνειν ταύτας καὶ διεξάγειν ἀρχιερατικῶς κατὰ λόγον ἐπιδόσεως…
Acta et Diplomata Sacra et Profana, I, εκδ. Miclosisch, F. – Müller, I. (Vindobonae 1862), σελ. 143.
3. Το θαύμα του αγίου Θεοδώρου αρ. Θ΄( η πόλη των Ευχαΐτων σώζεται από ληστρική επιδρομή):
… Διὰ τὴν κατ’ ἒτος γινομένην ἒφοδον τῶν ἐχθρῶν τοῑς ὀχυρώμασιν προσπελαζόντων ἡμῶν τῷ καιρῷ εἷς ἱερεὺς μετ’ ὀλίγων λειτουργῶν ὑπὸ τοῦ ἀρχιερέως ἐν τῇ πόλει παρεαθεὶς προσεκαρτέρει τῷ τοῦ ἁγίου τιμίῳ ναῷ ἰδοὺ ὣσπερ τις καταιγὶς ἀπροσδόκητος οἱ Σαρακηνοὶ τούτοις ἐπέστησαν ψάλλουσι τὴν ἐπικύχνιον τρισαγίαν ὠδὴν ἐν αὐτῇ τὴν παρασκευὴ τῆς ἐαρινῆς παραμονῆς … γυνὴ τις των συναιχμαλώτων τὸν πρεσβύτην ἱκέτευεν, ὣστε τὸν ἐν κάστρῳ ὂντα γόνο αὐτῆς … καὶ γὰρ διώμνυτο ἡ γυνὴ τὸν ἃγιον μάρτυρα κατὰ τὴν ὣραν ἐκείνη ἑωρακέναι παραγενόμενον καὶ τὸν πρεσβύτην βιαίως τῆς τῶν βαρβάρων ἐξαρπάσαι χειρὸς πάνυ θυμούμενον κατ’ αὐτῶν. Καὶ ταῦτα μὲν τὸ γύναιον διαβεβαιούμενον παρεκάλει πρωΐας δὲ ἤδη γενομένης, ἀναστάντες οἱ βάρβαροι τέσσαρσὶ τε παραδεδωκότες τοῦτον Σαρακηνοῖς πρὸ τῶν τειχῶν ὄντες ἐν τῇ πόλει ἀπέστειλον ἐντειλόμενοι ἤ τοὺς λαθόντας καὶ τὰ ἱερὰ παραδοῦναι ἤ μαχαίρα τοῦτον τῆς ζωῆς ὑπεξαγαγεῖν. Ὡς οὖν ἒνδον γεγονότες μέσου ἒχοντες τοῦτον πεπηδημένον ἀμφότεροι καὶ καταλαβόντες πλησίον τοῦ λεγομένου Τετραπύλου, ὃς ἐστιν πρὸς ἀποφυγὴν τόπος ἐπιτήδειος, τῶν δεσμῶν αἴφνης αὐτῷ κυθέντων τοὺς τε κατέχοντας ὢσας ὣσπερ τινὰς ἠκρωτηριασμένους καὶ μὴ ὑπάρχοντας, δρασμῷ σωτηρίαν ὠνήσατο οἱ δὲ βάρβαροι πάμπολλα διερευνησάμενοι καὶ τοῦτον μηδέπω καὶ νῦν θεασάμενοι, οὓτως ἀπῆλθον κατησχυμμένοι καὶ ἂπρακτοι τοῖς ἀποσείλασι τὸ πραχθὲν ἀπαγγείλαντες …
Delehaye, H. (εκδ.) Les legendes grecques des saints militaires (Paris 1909, ανατύπωση New York 1975), σελ. 199-200.
|
|
|
|
|
|