Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Battle of Lalakaon River, 863

Συγγραφή : Kiapidou Irini-Sofia (17/1/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Kiapidou Irini-Sofia, "Battle of Lalakaon River, 863",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7927>

Μάχη Ποταμού Λαλακάοντος, 863 (17/3/2008 v.1) Battle of Lalakaon River, 863 (28/8/2009 v.1) 

Παραθέματα

 

The chronographer Symeon Magistros describes the battle of Lalakaon (863)

τὸν δὲ Ἄμερ πάλιν ἐξελθόντα κατὰ ῾Ρωμανίας στρατηλάτης ὢν τῆς ἀνατολῆς Πετρωνᾶς καὶ Νάσαρ τῶν Βουκελλαρίων λοχήσαντες τὴν ὁδὸν τῆς ὑποστροφῆς αὐτοῦ συναντῶσιν αὐτῷ εἰς τὸν Λαλακάωνα καὶ συμβολῆς γενομένης τρέπουσιν Ἄμερ, καὶ φυγῇ χρησάμενον καταδιώκει αυτόν τις τῶν κομήτων καὶ τούτου τὴν κεφαλὴν ἄρας ἤγαγε Πετρωνᾷ στρατηλάτῃ. εἰσελθόντες δὲ οἱ στρατηγοὶ μετὰ ἐπινικίων ἐθριάμβευσαν ταῦτα ἐν τῷ ἱππικῷ, καὶ ἔκτοτε ἐγένετο γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ διὰ τὴν τοῦ Ἄμερ σφαγήν.

Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (CFHB 44/1, Berlin-New York 2006), pp. 243.224 - 244.231.

The battle of Lalakaon related in a byzantine historical work

τούτου ταῖς εὐχαῖς καθοπλισθεὶς κατά τινα τόπον οὕτω λεγόμενον Πόσοντα, φυσικήν τινα ἀσφάλειαν διὰ πετρῶν ἔχοντα καὶ κρημνῶν, τὸν Ἄμερ καταλαμβάνει πανστρατιᾷ. τούτῳ καὶ ποταμὸς παραρρεῖ ἀπὸ τὸ ἀρκτῷον πρὸς τὸ μεσημβρινὸν ἐλαυνόμενος, Λαλακάων ὀνομαζόμενος, καὶ λιβάδιον παράκειται Γῦριν ἀγροικικῇ φωνῇ καλούμενον. ἔγνω γοῦν ὁ Πετρωνᾶς ἐκεῖσε τοῦτον ἐναυλιζόμενον, καὶ πάντῃ ἔσπευδεν ἀδιεξόδευτόν τε καταστῆσαι καὶ ἄφυκτον. καὶ δὴ τοὺς μὲν τὸ ἀρκτῷον μέρος καθέξοντας στρατηγοὺς τῶν Ἀρμενιακῶν καὶ Βουκελλαρίων καὶ Κολωνείας καὶ Παφλαγονίας ἐπέστελλεν αὐθωρόν, τὸ δὲ μεσημβρινὸν τὸν Ἀνατολικῶν τὸν Ὀψικίου καὶ Καππαδοκίας στρατηγοὺς σὺν τοῖς Σελευκείας καὶ τοῦ Χαρσιανοῦ κλεισουράρχαις· αὐτὸς δὲ μετὰ τῶν βασιλικῶν τεσσάρων ταγμάτων καὶ τῶν Θρᾴκης καὶ Μακεδονίας στρατηγῶν (καὶ γὰρ εἰρηνευόντων τῶν Βουλγάρων νόμος ἦν αὐτοῖς μετὰ τῶν Ἀνατολικῶν συγκινδυνεύειν καὶ συστρατεύειν) τὸ δυτικὸν μέρος κατείληφεν, ἔχων καὶ τὸ θέμα τῶν Θρᾳκησίων μεθ’ ἑαυτοῦ. ὡς γοῦν οὕτω πάντοθεν περιφρουρεῖσθαι καὶ ὡς θηρίον ἐναποκεκλεῖσθαι παρὰ ῾Ρωμαίων ὁ Ἄμερ ἀκήκοεν, ἔγνω δεῖν οἰωνίσασθαι, καί τινα τῶν αἰχμαλώτων μετακαλεσάμενος ἠρώτα τήν τε τοῦ τόπου προσηγορίαν καὶ τοῦ λιβαδίου τε καὶ τοῦ ποταμοῦ. ὡς δ’ ὁ ἐρωτηθεὶς αἰχμάλωτος μικρὸν παραγραμματίζων Πτώσοντα ἔφησεν ἀντὶ Πόσοντα, τὴν ἑαυτοῦ σημαίνειν πτῶσιν ὁ Ἄμερ διεσάφησεν, λαοῦ τε κάκωσιν παραφράζων τὸν ποταμόν, καὶ γυρισθῆναι δεινῶς αὐτοὺς παρὰ τῶν ῾Ρωμαίων ἐκ τῆς τοῦ λιβαδίου συνεμπτώσεως, ὅπερ ἐκαλεῖτο Γῦριν. «ἀλλ’ ὅμως οὐκ ἀποκνητέον» φησίν, «ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔριον γενησόμενον πόλεμον ἀνδριστέον». καὶ ἅμα ὁπλίζεσθαι πάντας καὶ νεόσμηκτα δεικνύειν ὡς νεουργὰ τὰ ξίφη ἐκέλευσεν. ἐπεὶ δὲ ἡμέρα ἄρτι ἐξανατέλλουσα τὴν ὅπως περιγένηται τοὺς ῾Ρωμαίους ἀνοχὴν ἐπέφερεν, δεῖν ἔκρινε πρὸς μὲν τὸ ἀρκτῷον φυλάττοντας τὴν ἔξοδον αὐτῷ ἐκζητεῖν, ὡς δ’ ἥ τε τοῦ τόπου κακία καὶ τῶν ἐκεῖσε ταχθέντων στρατηγῶν εὐανδρία ἀπήντα τοῦτον καὶ διεκώλυεν, ἐπὶ τὸ μεσημβρινὸν ὁρμᾶσθαι ἐξεβιάζετο. ὡς δὲ κἀκεῖθεν τὴν ὁμοίαν εὕρισκεν τῶν ἐναντίων παράταξιν, ἔγνω δεῖν ὑπὸ τοῦ τόπου ἐφελκόμενος (καὶ γὰρ ἦν λεῖος καὶ εὐπρόσιτος) τῶν λοιπῶν κατ’ ἐκεῖνον μᾶλλον χωρεῖν, ᾗ καὶ τὸν Πετρωνᾶν ἑώρα κατασκηνούμενον καὶ φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ κατὰ τῶν πολεμίων ἐφαλλόμενος οὐδ’ ὅλως εἴκοντας τοὺς ῾Ρωμαίους ἐφεύρισκεν, ἀλλ’ ἰσχυροτέρους καὶ αὐτὸν ἀνδρικῶς ἀντικρούοντας καὶ μᾶλλον ἀνθισταμένους νεανικῶς· διὸ καὶ μικρὸν συσταλεὶς καὶ εἰς ἑαυτὸν αὖθις γενόμενος ἐπεβάρει πάλιν μετὰ δυνάμεως, ἐκπόρευσίν τινα καὶ κάθοδον ἑαυτῷ ποριζόμενος. ἀλλὰ καὶ αὖθις τούτῳ οὐκ ἐνδόντες ἀλλ’ ὑπαντήσαντες καὶ ἀναστρέψαντες τῷ συμπεφράχθαι, καὶ μέχρις τούτων τοῦτο ποιεῖν κατηνάγκασαν. ἐπεὶ δὲ πάντοθεν ἀναφανέντας καὶ ἄλλους ἄλλοθεν ἐκπηδῶντας τοὺς τὰ ἀρκτῷα καὶ μεσημβρινὰ μέρη κατοικοῦντας καθεώρακε, τότ’ ἤδη τὴν σωτηρίαν ἀπογνοὺς καὶ τὰς φρένας ὥσπερ τινὶ κεραυνῷ βληθεὶς ἐχώρει κατὰ ξιφῶν, οὐδὲ προτέρων ἀμελῶν· ἔνθα καιρίαν πληγεὶς αὐτός τε πτῶμα γίνεται χαλεπόν, καὶ τῶν ἑαυτοῦ διασώζεται οὐδεὶς οὐδαμοῦ. ὡς δὲ τὸν τούτου υἱὸν μετά τινος φάλαγγος ἀποδρᾶναί που διήκουον, καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ κλεισουράρχης καταλαβων οὐκ ἄποθεν χειροῦταί τε μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ φέρων δίδωσι Πετρωνᾷ.

Bekker, I. (ed.), Theophanes Continuatus (CSHB, Bonn 1838), pp. 181.4 - 183.10.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>