Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Civil war at Trebizond, Revolt of aristocratic families, 1340

Συγγραφή : Vougiouklaki Penelope (17/10/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Vougiouklaki Penelope, "Civil war at Trebizond, Revolt of aristocratic families, 1340",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=8054>

Εμφύλιος Πόλεμος Τραπεζούντος, Εξέγερση  Αριστοκρατικών Οικογενειών, 1340 (27/5/2008 v.1) Civil war at Trebizond, Revolt of aristocratic families, 1340 (7/1/2009 v.1) 

Παραθέματα

 

1. The local chronicler, Michael Panaretos, refers to the revolt of the aristocratic families of Trebizond (1340):

Ἐκοιμήθη ὁ βασιλεὺς κῦρ Βασίλειος ὁ μέγας Κομνηνὸς μηνὶ Ἀπριλίῳ εἰς τὰς Ϛ’, ἡμέρᾳ ε’, ἰνδικτιῶνος η’, ἔτους ‚Ϛωμη’. Ἐβασίλευσεν ἔτη ζ’ καὶ μῆνας Ϛ’. Οἱ δὲ παῖδες αὐτοῦ κῦρ Ἀλέξιος καὶ κῦρ Καλοϊωάννης ἐστάλθησαν εἰς τὴν Πόλιν σὺν τῇ μητρί. Καὶ ἐκράτησε τὴν βασιλείαν ἡ Παλαιολογίνα κυρὰ Εἰρήνη, χήρα οὖσα. Καὶ εὐθέως ἐταράχθησαν οἱ ἄρχοντες καὶ ἐγένοντο δύο μέρη. Καὶ ὁ μὲν Τζανιχίτης, ὁ μέγας στρατοπεδάρχης κῦρ Σεβαστὸς σὺν τοῖς Σχολαρίοις καὶ Μειζομάταις καὶ κῦρ Κωνσταντῖνος ὁ Δωρανίτης καὶ οἱ Καβαζῖται καὶ ὁ Καμαχηνὸς καί τινες τοῦ κοινοῦ καὶ τῶν ἀλλαγίων τῶν βασιλικῶν ἐκράτησαν τὸν Ἅγιον Εὐγένιον, οἱ δ’ Ἀμυτζανταράνται καί τινες τῶν ἀρχόντων καὶ τοῦ βασιλικοῦ ἀλλαγίου ἐκράτησαν σὺν τῇ δεσποίνῃ τὸν κουλᾶν.

Michael Panaretos, Περί των της Τραπεζούντος βασιλέων, ed. Λάμπρος, Σ., «Το τραπεζουντιακόν χρονικόν του πρωτοσεβαστού και πρωτονοταρίου Μιχαήλ Παναρέτου», Νέος Ελληνομνήμων 4 (1907), pp. 271.20-272.12.

2. The suppression of the revolt, as described by Michael Panaretos:

Κατὰ δὲ Ἰούλιον μῆνα β’, ἡμέρᾳ α’, ἔτους ‚Ϛωμη’, ἐλθὼν ὁ μέγας δοὺξ Ἰωάννης ὁ ἐκτομίας ἐκ τῶν Λιμνίων μετὰ φωσσᾶτον πολὺ, ἐγένετο πόλεμος, σύραντες καὶ τὸ μάγγανον κατὰ τῆς μονῆς· καὶ ἐπυρπολήθη ἡ μονὴ, καὶ πάντα τὰ ὡραῖα αὐτῆς ἀπεκαύθησαν. Καὶ ὁ Τζανιχίτης καὶ ἕτεροι ἄρχοντες ἐπεριωρίσθησαν εἰς τὰ Λιμνία καὶ ἐκεῖ τὸ ζῆν ἀπέδωκαν.

Michael Panaretos, Περί των της Τραπεζούντος βασιλέων, ed. Λάμπρος Σ., «Το τραπεζουντιακόν χρονικόν του πρωτοσεβαστού και πρωτονοταρίου Μιχαήλ Παναρέτου», Νέος Ελληνομνήμων 4 (1907), pp. 272.13-18.

3. The Byzantine historian Nikephoros Gregoras recounts the events of the civil war at Trebizond:

Διατριβῆς δὲ μεταξὺ γινομένης καὶ τῆς τῶν Τραπεζουντίων ἡγεμονίας ὑπὸ γυνακὶ διοικεῖσθαι καλῶς καὶ βεβαίως οὐ δυναμένης, στασιάζειν τινὲς ἐπεχείρουν καὶ ἀνασείειν τὸν δῆμον. ὅθεν ἀναγκασθεῖσα Εἰρήνη ἡ βασιλὶς τῶν Τραπεζουντίων ἐξέπεμψε ταχυναυτοῦσαν τριήρη μετὰ πρέσβεων ἄλλων, καὶ σύν γε αὐτοῖς τὸν τῆς Τραπεζοῦντος ἀρχιθύτην, κατεπείξοντες τὴν προτέραν ζήτησιν αὐτῆς πρὸς τοῦ βασιλέως ῾Ρωμαίων. οἳ δὴ καταπλεύσαντες ἐς Βυζάντιον καὶ τὸν βασιλέα οὐχ εὑρηκότες ἀποστέλλουσιν ἐς βασιλέα ἱππέας ὀλίγους, οἳ καὶ γένει καὶ ἀξιώματι προέχειν τῶν ἄλλων ἐδόκουν. οἷς ἐνδημήσασι τῇ τῶν Θεσσαλονικέων μητροπόλει οὐκ ἐγένετο ἐντυχεῖν παρόντι τῷ βασιλεῖ. ῥαΐσας γὰρ πρὸ βραχέος ἐκεῖνος, ὡς εἴρηται, ἀπῄει πολιορκήσων τὴν τῶν Ἀκαρνάνων μητρόπολιν. ὅθεν ἔδοξε κατὰ χώραν μείνασι, γράμμασι μηνύειν τῷ βασιλεῖ τὴν τῆς ἀφίξεως αἰτίαν αὐτῶν. Ἐπεὶ δ’ ἐξουσίας κολακευούσης τὸ ἐπιθυμητικὸν τῆς γυναικείας ὀρέξεως πάντα χαλινὰ διαῤῥήγνυται, λανθανούσαις μίξεσι χρῆσθαι τὴν βασιλίδα Εἰρήνην ἐψιθυρίζετο πρὸς τὸν μέγαν δομέστικον τῶν Τραπεζουντίων. τοῦτο δὲ διατρέχον τὰς τῶν πολλῶν ἀκοὰς κατεστασίαζε τόν τε δῆμον καὶ μάλιστα τοὺς εὐγενείᾳ προὔχοντας· καὶ οἱ μὲν προσεχώρουν τῷ Τζανυχίτῃ, πλούτῳ καὶ δόξῃ τηνικαῦτα δυναμένῳ τὰ μέγιστα· οἱ δὲ τῷ μεγάλῳ δομεστίκῳ. οὕτω δὲ στασιασθείσης καὶ εἰς δύο σχισθείσης τῆς τῶν Τραπεζουντίων πόλεως, εἰς μάχην ἐμφύλιον ἐτελεύτα τὸ πρᾶγμα· ὅτε δὴ καὶ κατακοπῆναί φασι πλείστους τε ἄλλους ἐξ ἑκατέρων τῶν μερῶν καὶ ἐπὶ τούτοις Τζανυχίτην.

Schopen, L. - Bekker, I. (ed.), Nicephori Gregorae Historia Byzantina 2 (CSHB, Bonn 1830), pp. 550.17-551.18.

4. The Byzantine scholar Andrew Libadenos describes the civil war at Trebizond and the consequences for himself:

Ἐπεὶ γὰρ ἀληθείᾳ καθάπαξ τὴν ἱστορίαν πᾶσαν ἐφέπεσθαι προεπηγγειλάμεθα, γυμναῖς αὐταῖς ἀληθείαις ὅση δύναμις ταύτης ἐχώμεθα. Εὐροοῦσι τοίνυν καὶ καλῶς ἔχουσι περὶ τῇδε φθάνει τελευτὴ Κομνηνοῦ Βασιλείου δεινὸν ἐπελθοῦσα οἷά τις συμφορῶν κυκεὼν καὶ ὀλέθρων, Αἰγυπτίων πληγαῖς ἄλλη δεκάπληγος μείζων ἡμῖν βαρυτέρα τῆς εὐδαιμονίας ἡμῖν καὶ τῇ πόλει τοῦ βασκάνου διαφθονήσαντος. Ἄρτι γὰρ ἐκείνου πρὸς θεὸν μεταστάντος ἡμῖν καὶ ἀμφοῖν τὰ δεινὰ τῶν κακῶν ἐπεισέφρησεν· οὔπω γὰρ τὸ πένθος ἐλώφησε, καὶ ἡ τῶν ἐν τέλει ἄστατος ἔρις, οἴμοι, καθ’ ἑαυτῶν ἀνηγείρετο, πρᾶγμά τι πᾶσιν ἀνθρώποις ἀῤῥήτου θείας ἐκτὸς προνοίας λύειν ἀμήχανον. Τοῦτο τοίνυν οὕτως ἔχον εἰδὼς καὶ ὡς ἐπὶ κακῷ τὰ παρόντα τῇδ’ ἐπιῤῥεύσει κατὰ νοῦν γε βαλλόμενος ἀπαίρειν τῆσδε κατήπειγμαι πάσῃ χρώμενος πείρᾳ, πάντα δηλονότι τῷ λόγῳ κινούμενος κάλων καὶ οὐδ’ οὕτως ἀπήλλαγμαι. Μέσος τοίνυν ἐναπολειφθεὶς ξυμφορῶν οὐκ εἶχον ὅ,τι καὶ γένοιμι, ἐδεόμην δε τοῦ θεοῦ μάλα καὶ θερμὸν ἠντιβόλουν διὰ τῆς θεομήτορος ἀπαλλαγῆναι τῶν δυσχερῶν. Ἀλλ’ εἰ ἐκκακοίημεν ἀμως γέ πως ἐπὶ μυρίαις ταῖς συμφοραῖς, ὑπό γε προνοίας πάλιν ἀνείμεθα. Τίς τοίνυν ἑώρακε τῶν ἀστικῶν τε καὶ ἐπηλύδων τότε τὸν ἐμφύλιον πόλεμον καὶ ἀδακρυτὶ παρῆλθε τὴν ἀνάγκην τοῦ πτώματος; ἣν δὴ κατ’ ἀλλήλων ἐμφύλων ὁμοῦ καὶ πιστῶν τῷ θεῷ μοῖρά τις τῶν κακῶν ἐσχεδίασε καὶ τοῦτο ξυνέβαινε τῶν ἐν τέλει μᾶλλον τοῖς προὔχουσι. Τίς τὴν συμφορὰν οὐκ ἐπένθησεν; ἢ τίς ἰδὼν ἢ ἀκούσας καὶ μαθὼν τὸ μύσος τῆς ἀλληλοφονίας οὐ θρηνῶν ἀνῳμώξατο; Οἶδεν Εὐγενίου καλλινίκου μονὴ ταῦτα τοῦ μάρτυρος καὶ οἱ τὸν Εὔξεινον τουτονὶ Κόλχον ἁπλῶς ναιετάωντες ἄνθρωποι, ὥς τι φάναι κατ’ ἔπος, τῷ γεγονέναι πᾶσι ταῦτα περίπυστα. Ἔγωγε δ’ οὖν καὶ ταύτης εἴσω τότε τυχὼν τῆς ἀνάγκης ἑάλων, οἴμοι, καὶ τῆς πείρας ἔργον γεγένημαι, ὅτιπερ ἐν μέρει θεσμοῖς φιλίας προσηταιρικὼς τοῖς πεπτωκόσι πεφώραμαι· πάλαι γὰρ τοῖσδε νόμῳ φιλίας ἀληθοῦς συνέῤῥαμμαι ἥκιστα σκαιὰ φάσκουσιν, ὡς ἐγᾦμαι, εἰρήσεται γὰρ τἀληθῆ. Ὅθεν καὶ διώκταις ἠπείλημαι μάλ’ οὐκ ἀγαθῶς καὶ τούτοις δ’ οὐσίαν μὲν πᾶσαν ἀφῄρημαι, ὕβρεως δὲ καὶ πλησίον κατήντηκα νὴ τοὺς λόγους, ὦ φίλτατοι, μηδὲν ἥκιστα ξυνεγνωκὼς ἐμαυτῷ δράσαντι δεινόν, εἰδέναι δὲ μάλιστα πεποιθὼς τοὺς περιϊόντας, ὡς εὐθυδικίας χάριν ὀρθῆς ἦν τουτὶ τὸ κακόν.

Andrew Libadenus, Περιήγησις, ed. Λαμψίδης, Ο., Ανδρέου Λιβαδηνού βίος και έργα (Αθήνα 1975), pp. 63.6-64.8.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>