The Byzantine historian Niketas Choniates on the reaction of John Komnenos Vatatzes against Andronikos Komnenos:
ἀλλὰ καὶ ὁ μέγας δομέστικος Ἰωάννης ὁ Κομνηνὸς τὴν ἐπαρχίαν διέπων τῶν Θρᾳκησίων οὐ μόνον ἔβυε τὰ ὦτα πρὸς τὰ τοῦ Ἀνδρονίκου ἐπᾴσματα, ἀλλὰ καὶ ὡς τύραννον διετώθαζεν, οἷα κατόπτρῳ τοῖς γραφομένοις προκύπτον λείῳ καὶ ἀποστίλβοντι καὶ διαφαινόμενον ἐν τούτοις ὁρῶν τὸν πολύμορφον Πρωτέα καὶ τυραννικὸν τὸν τρόπον Ἀνδρόνικον.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), p. 245.74-79.
The outbreak of John Komnenos Vatatzes's according to Vatatzes:
Καὶ ὁ μέγας δὲ δομέστικος Ἰωάννης ὁ ἐκ Κομνηνῶν, ᾧ τὸ ἐπώνυμον Βατάτζης, ἀνὴρ οὐ φαῦλος τὰ τακτικά, πολλὰς δὲ νίκας πολλάκις ἐπανῃρημένος κατὰ Περσῶν, τῇ Φιλαδελφείᾳ ἐνδιατρίβων ἀντεκάθητο γενναίως τῷ Ἀνδρονίκῳ καὶ ὀλιγώρως τῶν τούτου εἶχεν ἐπιταγῶν καὶ ἀπειλοῦντι δεινὰ ἀντενεβριμᾶτο δεινότερα καὶ κακῶς ἀκούων ὡς τυραννίδι ἐπιχειρῶν τῷ ἤδη τετυραννηκότι λαμπρῶς ἐπετίμα τε καὶ ἐπέπληττεν ὡς ἐνστάτῃ δαίμονι τὸ βασίλειον γένος ἐκτρίβοντι.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), pp. 262.15-263.21.
The victory of the rebels of Philadelpheia against the imperial forces, described by Choniates:
Καὶ Ἀνδρόνικος μὲν ὁπλίζειν ἔγνω κατὰ τοῦ Βατάτζη τὸν Λαπαρδᾶν Ἀνδρόνικον, ἄνδρα βραχὺν μὲν τὸ δέμας, δραστήριον δὲ τὰ πολέμια, οὐκ ὀλίγον αὐτῷ στρατολογήσας ὁπλιτικόν· ὁ δὲ Κομνηνὸς Ἰωάννης νόσῳ τότε συνισχημένος καὶ περί που τὴν Φιλαδελφέων πόλιν ἐσκηνημένος ἀντεξάγει τῷ Λαπαρδᾷ τοὺς υἱεῖς, τόν τε Μανουὴλ καὶ τὸν Ἀλέξιον. τοῦ δὲ πολέμου συχνὰς μεταλαβόντος τροπάς, ὁποίας αὐτὸς ἴσησι, καὶ πολλῶν ἐξ ἑκατέρων ἀναιρουμένων ταῖς ἐμφυλίοις συμπλοκαῖς, βαρυπενθὴς ἦν ὁ Βατάτζης τῇ ἐνσκηψάσῃ καχεξίᾳ ἐπιστυγνάζων ὡς ἀμφοτέραις αὐτὸν συσχούσῃ καὶ καταβαλούσῃ δυστυχῶς ἐπὶ κλίνης, ὅτε δημοσιεύειν ἔδει καὶ παριστᾶν ὃ τρέφει περὶ τὰ πολεμικὰ γενναῖον καὶ τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς πρὸς τῶν ἑῴων πόλεων δέχεσθαι, ἔτι δὲ πιστοῦσθαι τοῖς ἔργοις πρὸς οἷον ἀντιφέρεται ἀρχηγὸν ὁ βαθυγέρων Ἀνδρόνικος. πράγμασι δὲ καθυποδεικνὺς ὡς προθυμία καὶ νεκροὺς ἀνίστησι καὶ ὡς οὐδὲν καρδίας αἰσθητικῆς ἰσχυρότερον, αἴρειν αὐτὸν ἐπὶ κλινιδίου αὐτοσκεύου προτρέπεται καὶ στῆσαι φέροντας ἐν γηλόφῳ, ὅθεν ὁρατὰ οἱ τὰ κατὰ πόλεμον ἔσοιτο. οὗ δὴ γεγονότος καὶ τοὺς υἱεῖς αὐτοῦ τὴν στρατιὰν κατὰ τὸν δοκοῦντα οἱ τρόπον ἐκτάξαι κελεύσαντος, ἡ νίκη περιφανῶς πρὸς τὸ ἐκείνου μετέβη στράτευμα, τὸ δὲ τοῦ Λαπαρδᾶ τὰ νῶτα μεταβαλὸν ἐπὶ πλεῖστον ἦν χρόνον διωκόμενον καὶ κτεινόμενον.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), p. 263.26-46.
Niketas Choniates on the outcome of the rebellion of John Komnenos Vatatzes and the adventures of their sons:
Μετὰ βραχείας δ’ ἡμέρας τὸν βίον καταστρέψαντος τοῦ Βατάτζη, οἱ Φιλαδελφεῖς πικρῶς ἐπ’ αὐτῷ καὶ βύθιον ὀλολύξαντες προσχωρεῖν ἐγνώκεισαν Ἀνδρονίκῳ, ὡς μὴ εἶναι ὅστις οὐ τῶν ἁπάντων. οἱ δὲ καὶ ἐς αὐτὴν τὴν βασιλεύουσαν πόλιν τὸ τῆς προθυμίας πτερὸν ἔλυον καὶ Ἀνδρόνικον θεραπεύοντες κατὰ τοῦ ἀετιδοῦς ὄρνιθος τοῦ Βατάτζη καὶ τῶν ἐκείνου νεοττῶν ἔκρωζον ὡς κορῶναι λακέρυζαι ἢ γοῦν ὡς κηφῆνες περιεβόμβουν ἀγυιὰς καὶ ἀνάκτορα, ὁποῖον δὴ τῶν κακοσχόλων τὸ ἐπιτήδευμα καὶ τῶν δικρόαν τρεφόντων γλῶτταν ἐπὶ τοῦ στόματος. οἱ δὲ τοῦ μεγάλου δομεστίκου υἱοὶ δείσαντες, μὴ συσχεθεῖεν καὶ καταπροδοθεῖεν Ἀνδρονίκῳ, μεθίστανται ἐκεῖθεν καὶ τῷ Ἰκονιεῖ σουλτὰν προσρύονται· οἳ καὶ ὕστερον ἐξ ὧν ἔπαθον προδήλως ὑπέδειξαν μὴ ἐξεῖναι τὰς πάγας ὑπεραλέσθαι τινὰ ἢ τὸ ἀμφίβληστρον διεκδῦναι, ὃ ἡ ἄνωθεν ἐξέτεινε πρόνοια. δυσχεράναντες γὰρ ἐπὶ τῇ μετὰ τοῦ σουλτάνου χρονίᾳ διατριβῇ ὡς οὐκ ἀμύνειν τοὺς ἐχθροὺς ἐκείνοις ἐθέλοντος εἰς Σικελίαν ἀπαίρειν κεκρίκασι. καὶ δὴ νηὸς ἐπιβάντες καὶ οὐρίῳ τὰ πρῶτα πνεύματι χρώμενοι τὸ Κρητικὸν διαπλωΐζονται πέλαγος· κατὰ δὲ τοῦτο τοῦ πνεύματος ἀντιστάντος ἀναγκαστῶς τῇ Κρήτῃ προσίσχουσι καὶ γνωσθέντες παρά τινος ἐκεῖσε φυλάσσοντος (γένος οὗτος τοῦ πελεκυφόρου καὶ Κελτικοῦ) συλλαμβάνονται καὶ τῷ τῆς Κρήτης δασμολόγῳ καταμηνύονται. ὁ δὲ ᾑρεῖτο μὲν τοὺς ἄνδρας ἐκσῶσαι καὶ τῆς νήσου ἀρτεμέας ἐκπέμψαι, ἄλφιτα αὐτοῖς ὑδρευσάμενος καὶ οἶνον ἐπισιτισάμενος καὶ τἆλλα τὰ πρὸς τὸν πλοῦν ἐπιτήδεια χορηγήσας, οὐκ ἔχων δ’ ὅπως περανεῖ τὰ κατὰ σκοπὸν (καταφανεῖς γὰρ ἤδη τοῖς ἅπασιν ἐγεγόνεισαν) δῆλα τίθησιν Ἀνδρονίκῳ τὰ κατὰ τοὺς τάλανας Κομνηνούς. καὶ οὗτος μισοφαὴς ὢν καὶ ταῖς τῶν ἀνδρῶν κόραις ἀκορέστως ἀντικαθήμενος τοῦ φωτὸς τούτους ἀποστερεῖ.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), pp. 263.47-264.72.