Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Baanes the Filthy

Συγγραφή : Makripoulias Christos (28/11/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Makripoulias Christos, "Baanes the Filthy",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7347>

Βαάνης ο Ρυπαρός (4/2/2008 v.1) Baanes the Filthy (11/7/2008 v.1) 

Παραθέματα

 

Baanes succeeds Joseph, according to the description of Peter Sikeliotes:

Τούτου ἔτι ὑπάρχοντος, μαθήτρια τούτου εἰς Ἀρμενίαν γυνή τις, ἐκ τῶν αὐτοῦ μαθητῶν μοιχευθεῖσα, ἔσχεν υἱόν, ὥς φασιν, ἐξ Ἑβραίων, τὸν ἐπὶ κακίᾳ περιβόητον ῥυπαρὸν Βαάνην. Οὗτος οὖν ὁ Βαάνης διαδέχεται τὸν Ἀφρόνητον· καὶ τὴν αἵρεσιν σώαν, ἣν παρείληφεν παρὰ τῶν πρὸ αὐτοῦ, τὴν πάσης ἀκαθαρσίας πλήρης, κατέχων, καὶ πολλοὺς τῶν ἀφρόνων εἰς τελείαν ἀπώλειαν ἄγων, γίνεται καὶ αὐτὸς τῆς κακίας διδάσκαλος.

Peter Sikeliotes, Ιστορία, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), p. 51.22-27.

Description of the conflict between Baanes and Sergios from Peter Sikeliotes:

Ἡνίκα δὲ ἤρξατο διδάσκειν οὗτος ὁ Σέργιος, θέλων ἐπισυνάξαι πολλοὺς μαθητὰς καὶ ἀποσπάσαι τῆς ἐκκλησίας Χριστοῦ οὐκ ὀλίγους ὀπίσω αὐτοῦ πορεύεσθαι, δισσῶς καὶ τρισσῶς ἀντέστη κατὰ πρόσωπον Βαάνῃ τῷ ῥυπαρῷ συμμαθητῇ καὶ συμμύστῃ αὐτοῦ· καὶ εὐλάβειαν ὑποκρινόμενος ἤρξατο ἐλέγχειν αὐτὸν εἰς ὑπήκοον πάντων, οὐ διὰ πίστιν, ἀλλὰ διὰ τὴν ἀτοπίαν τῶν ἀθεμίτων αὐτοῦ πράξεων. Ὁ δὲ Βαάνης φησὶ πρὸς αὐτόν· «Σὺ νεωστὶ κατεφάνης καὶ οὐδένα τῶν διδασκάλων ἡμῶν ἑόρακας ἢ συμπαρέμεινας, ἐγὼ δὲ τοῦ κυροῦ Ἐπαφροδίτου μαθητὴς ὑπάρχω καί, καθὼς παρέδωκέν μοι ἀπαρχῆς, οὕτως καὶ διδάσκω». Ὁ δὲ Σέργιος διὰ τὸν δυσώδη βόρβορον, ὃν ἐδίδασκεν, βδελυξάμενος καὶ εἰς πρόσωπον καταισχύνας αὐτόν, ἔσχισε τὴν αἵρεσιν εἰς δύο· τοὺς δὲ συμπαραμείναντας αὐτῷ ἐκάλεσε Βανιώτας, κἀκείνος Σεργιώτας τοὺς μαθητὰς ὠνόμασε Σεργίου. Μετὰ δὲ τὸν θάνατον Σεργίου, μὴ φέροντες οἱ αὐτοῦ μαθηταὶ ἑαυτῶν τὴν αἰσχύνην καὶ τὸν ὀνειδισμὸν ὃν παρὰ πάντων ὠνειδίζοντο, ἤρξαντο ἀποκτέννειν τοὺς Βανιώτας, ὅπως ἐξαλείψωσιν ἐξ αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν. Εἷς δέ τις Θεόδοτος ὀνόματι, ὁ συνέκδημος Σεργίου, λέγει. «Μηδὲν ὑμῖν καὶ τοῖς ἀνθρώποις τούτοις· πάντες γὰρ μέχρις ἀναδείξεως τοῦ διδασκάλου ἡμῶν μίαν πίστιν εἴχομεν». Καὶ οὕτως τοῦ φονεύειν ἐπαύσαντο.

Peter Sikeliotes, Ιστορία, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), pp. 63.28-65.12.

Reference to Baanes and his position as teacher of the Paulicians:

ἕκτον τὸν Βαάνην τὸν ῥυπαρόν·…

Peter Hegoumenos, Περί Παυλικιάνων των και Μανιχαίων, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), p. 82.5-6.

A Byzantine text of the later 9th century includes Baanes among the teachers of the Paulicians:

Μάνεντα τοίνυν καὶ Παῦλον καὶ Ἰωάννην, καὶ ἄλλους οὓς ἐάν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματίζουσιν. Κωνσταντῖνον δὲ τὸν Σιλουανὸν ἐπικληθέντα, καὶ Συμεὼν τὸν καὶ Τίτον, καὶ Γεγνέσιον τὸν καὶ Τιμόθεον, καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον, καὶ Βαάνην τὸν ῥυπαρόν, καὶ Σέργιον τὸν καὶ Τυχικόν, ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀναθεματίζουσιν, ἀλλ’ ἔχουσιν αὐτοὺς ὥσπερ ἀποστόλους Χριστοῦ.

Peter Hegoumenos, Περί Παυλικιάνων των και Μανιχαίων, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), p. 83.1-5.

Patriarch Photios refers to Baanes' descent and upbringing:

Ἔτι δὲ τοῦ τρισαλιτηρίου τῷ βίῳ παρόντος καὶ ἀκμάζοντος τὴν ἀσέβειαν, μία τις τῶν συνήθων αὐτῷ ἀνδρὶ διὰ γάμου ἡρμοσμένη ἐξυβρίζει μὲν τὴν ἀνύβριστον κοίτην, ἔκδοτος δὲ γίνεται μοιχείᾳ. Τὸν δὲ διορύξαντα τοὺς ἀλλοτρίους γάμους ἕνα μὲν εἶναι τῶν μαθητῶν, φασί, τοῦ πλάνου, ἐξ Ἑβραίων δὲ πρὸς τὴν ἄθεον θρησκείαν μεταβληθῆναι. Πλὴν ἐκ τοιαύτης ἀδίκου τε καὶ ἐβδελυγμένης μίξεως τίκτεται τῇ μοιχαλίδι τὸ ἐπ’ αἰσχρότητι καὶ βδελυρίᾳ περιβόητον ἄγος, ὁ ῥυπαρὸς καὶ ἀκάθαρτος Βαάνης. Οὗτος οὖν τὴν κορυφὴν τῶν κακῶν ὁ χείριστος διαδέχεται, τὸν εἰρημένον Ἐπαφρόδιτον ὁ Βαάνης, ὃς πάντα μὲν τὰ τῶν πρὸ αὐτοῦ, οἷς συνεκροτεῖτο ἡ ἀσέβεια, στέργων, ἀκαθαρσίᾳ δὲ βίου καὶ σωμάτων μίξεσιν ἀρρήτοις καὶ ταῖς ἄλλαις ἀθεμιτουργίαις τοὺς ἔμπροσθεν φιλονεικῶν ἀποκρύψασθαι, διετέλει διδάσκων τοὺς πειθομένους τὴν ὀλέθριον μάθησιν.

Patriarch Photios, Διήγησις της νεοφανούς των Μανιχαίων αναβλαστήσεως, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), p. 153.16-26.

The conflict between the disciples of Baanes and Sergios as described by Patriach Photios:

Ἡνίκα δὲ Σέργιος τοῦ διδασκαλικοῦ τῆς ἀποστασίας ἐπέβη θρόνου, θέλων πολλοὺς ἀποπλανῆσαι τῆς καθολικῆς τοῦ Χριστοῦ ἐκκλησίας, σχίζεται μὲν περιφανῶς, μέχρι τότε καιροῦ συναγελαζομένων ἀλλήλοις, τοῦ ῥυπαροῦ Βαάνους, ἀναδέχεται δὲ κατενώπιον τῶν μαθητῶν καὶ τὴν κατὰ πρόσωπον αὐτοῦ φιλονεικίαν καὶ μάχην, καὶ ἡ στάσις αὐτοῦ δραματουργεῖται δημοσίῳ θεάτρῳ, δι’ ἧς ἐτέχναζεν δελεάζειν καὶ τῆς οἰκείας πλάνης ἕλκειν ὀπίσω ἄλλους τε ὅσους ἠδύνατο καὶ οἵτινες ἡταιρίζοντο τὸν Βαάνην. Ἦν δὲ αὐτῷ καὶ σκηνὴ ἀρετῶν προβεβλημένη μέγα δέλεαρ τῶν προσιόντων, καὶ ταπεινὸν ἦθος, καὶ δεξιώσεως κατεσχηματισμένος τρόπος, καὶ ἡμερότης οὐ τοὺς οἰκείους ὑποσαίνουσα μόνον, ἀλλὰ καὶ τοὺς τραχύτερον διακειμένους ὑπολεαίνουσά τε καὶ συλαγωγοῦσα. Ἀλλὰ γὰρ τὸ μὲν ῥυπαρὸν τῶν μιαρῶν πράξεων τοῦ ἀντιστασιώτου Βαάνους στηλιτεύειν τε καὶ ἀποπέμπεσθαι, μάλιστά γε κατὰ τὸ ἐμφανές, μελέτην εἶχεν, πρὸς δὲ τὰ δυσσεβῆ τῶν δογμάτων κατ’ οὐδὲν ἀντιπίπτων οὐδὲ διαφερόμενος ὤφθη. Ὁ μὲν οὖν Βαάνης ἀσυνηγόρητον ἔχων τὴν τῶν ἐκθέσμων ἔργων ἐπίδειξιν, ἐπὶ τοὺς πρὸ αὐτοῦ μόνον κατέφευγεν καὶ διὰ τῆς τῶν προσώπων ποιότητος, ὡς ἐνόμιζεν, τὸ κίβδηλον αὐτοῦ καὶ κατεστυγημένον τοῦ φρονήματος συνεκρότει τε καὶ ἀπεσέμνυνεν, μαθητὴν ἑαυτὸν τοῦ Ἐπαφροδίτου εἶναι μεγαλαυχῶν, καὶ τὴν ἐκείνου τιμῶντα παράδοσιν πρὸς τὰς ἀποτροπαίους τῶν πράξεων καὶ βδελυράς οὐδένα δισταγμὸν ἢ ἐρύθημα φέρειν, ὡς οὐ χρὴ πράττεσθαι. Νεοφανῆ δὲ τὸν Σέργιον ἐλοιδορεῖτο καὶ μηδένα τῶν ἐπισήμων διδασκάλων μήτε ἰδεῖν μήτε ἀκροατὴν χρηματίσαι, καὶ διὰ τοῦτο μηδὲν ἐκεῖθεν σπάσαντα φωτὸς ἐν πλάνῃ καὶ ἀπάτῃ διαπορεύεσθαι. Ὁ μὲν οὖν ἐξάγιστος Βαάνης τούτοις τε τὸν ὁμότεχνον καὶ ἀντιστασιώτην ἔβαλεν καὶ ἑαυτὸν ἐμεγάλυνεν, τὸ δὲ ποικίλον θηρίον ὁ Σέργιος, τῷ μὴ βεβυθίσθαι περιφανῶς οὕτως τῶν πράξεων τῷ βορβόρῳ, μηδ’ οὕτως ἀπόζειν ὥσπερ ὁ Βαάνης τὴν ἀκαθαρσίαν, ἀλλὰ πολλοῖς ταύτην καὶ ῥημάτων καὶ φασμάτων παρακαλύμμασι περιστέλλειν, ἔλαβεν ἰσχὺν εἰς δύο τὴν ἀποστασίαν σχίσαι καὶ τοὺς μὲν ὅσοι τῆς μερίδος ὤφθησαν τοῦ Βαάνους αὐτὸς διαπτύων Βανίτας ἐκάλει, ἐκεῖνος δ’ ἀμειβόμενος τὴν ὕβριν ἀποτροπαίους τε οὓς ἡ μοῖρα εἶχεν τοῦ Σεργίου ἐποιεῖτο καὶ Σεργιώτας ὠνόμαζεν ὁμοίως. Καὶ ἦν μὲν αὐτοῖς ἡ ἔρις καὶ ἡ στάσις καθ’ ἡμέραν αὐξομένη τε καὶ κραταιουμένη καὶ τὰς μιαρὰς μερίδας εἰς ἄσπονδον ἔχθραν καθιστῶσα. Χρόνῳ δὲ ὕστερον θανάτῳ τὸν βίον καταστρέψαντος Σεργίου, ἐπὶ τοσοῦτον οἱ τούτου μαθηταὶ εἰς τὴν πρὸς τοὺς Βανίτας ἀνερράγησαν μάχην, ὡς οὐκέτι λόγοις καὶ λοιδορίαις, ἀλλὰ καὶ χερσὶν καὶ ξίφεσιν κρίνεσθαι τὴν ἔριν καὶ πολὺν φόνον τῶν Βανιτῶν ῥυῆναι. Ἐπεκράτει γὰρ ἡ μερὶς Σεργίου τῷ τε πλήθει καὶ ὅτι τῆς ἐν αὐτοῖς ὁπλιτικῆς δυνάμεως ὁ ἄρχων τῇ δόξῃ προσαπέκλινεν Σεργίου, καὶ ἂν εἰς τέλος, ὥσπερ ἦν ἄξιον, οἱ Βανῖται ὑπὸ τῶν ὁμοδόξων καὶ ὁμοφύλων χειρῶν ὠλοθρεύθησαν, εἰ μή τις Θεόδοτος ὄνομα, δυσσεβὴς εἰ καί τις ἄλλος τὴν θρησκείαν, συνέκδημος Σεργίου λεγόμενος, τὸν φόνον ὀξέως ῥέοντα ἀνέσχεν τε καὶ ἀνέκοψεν ἄλλοις τε πολλοῖς αἱμυλίοις λόγοις καὶ τὸ κοινῇ συνοῖσον εἰσηγούμενος, φάμενός τε καὶ διατεινόμενος καὶ πολλοῖς κατασκευάζων ἔργοις καὶ λόγοις τὸ προτεινόμενον· ὡς ἑκατέρα μερὶς τῆς αὐτῆς εἰσιν βλαστήματα σπορᾶς καὶ τοῖς αὐτοῖς ἔθεσι συνηυξήθησαν, καὶ κοινῇ τὴν δίαιταν εἶχον καὶ ὁμονοίᾳ περιετειχίζοντο οὐδὲν μέγα περὶ τῶν ἀμφιβαλλομένων στασιάζοντες, καὶ τοῦτο ἐκράτει χρόνοις πολλοῖς μέχρι τῆς τοῦ διδασκάλου Σεργίου ἀναδείξεως, καὶ ὡς οὐ χρὴ οὐ μὲν οὖν τὴν ἐν τοσούτοις χρόνοις σύμπνοιάν τε καὶ συνάφειαν εἰς αἵματα καὶ σφαγὰς διαλῦσαι, οὐδὲ τοὺς εἰς αὐτὰ τὰ καίρια καὶ νῦν συνημμένους τε καὶ ὁμοφρονοῦντας διά τινας προσφάτως ἀναρριπισθείσας διαφορὰς ὡς ἑτεροπίστους παντελῶς καὶ ἀθέους εἰς τὸν διὰ ξίφους ὄλεθρον ἀφειδῶς παραπέμπειν. Ἀλλ’ ὁ μὲν τοιούτοις τισὶ ῥήμασι τὸν κατ’ ἀλλήλων –ὡς εἴθε μὴ ὤφελεν· οὐ γὰρ ἂν ὁ ψυχόλεθρος πλείους ἐπενεμήθη ψυχάς– ἔστησε φόνον.

Patriarch Photios, Διήγησις της νεοφανούς των Μανιχαίων αναβλαστήσεως, ed. Ch. Astruc et al., “Les sources grecques pour l’histoire des Pauliciens d’Asie Mineure”, Travaux et Mémoires 4 (1970), pp. 163.31-167.10.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>