Encyclopaedia of the Hellenic World, Asia Minor FOUNDATION OF THE HELLENIC WORLD
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα AΑναζήτηση με το γράμμα BΑναζήτηση με το γράμμα CΑναζήτηση με το γράμμα DΑναζήτηση με το γράμμα EΑναζήτηση με το γράμμα FΑναζήτηση με το γράμμα GΑναζήτηση με το γράμμα HΑναζήτηση με το γράμμα IΑναζήτηση με το γράμμα JΑναζήτηση με το γράμμα KΑναζήτηση με το γράμμα LΑναζήτηση με το γράμμα MΑναζήτηση με το γράμμα NΑναζήτηση με το γράμμα OΑναζήτηση με το γράμμα PΑναζήτηση με το γράμμα QΑναζήτηση με το γράμμα RΑναζήτηση με το γράμμα SΑναζήτηση με το γράμμα TΑναζήτηση με το γράμμα UΑναζήτηση με το γράμμα VΑναζήτηση με το γράμμα WΑναζήτηση με το γράμμα XΑναζήτηση με το γράμμα YΑναζήτηση με το γράμμα Z

Karbeas

Author(s) : Makripoulias Christos (11/28/2003)
Translation : Velentzas Georgios

For citation: Makripoulias Christos, "Karbeas",
Encyclopaedia of the Hellenic World, Asia Minor
URL: <http://www.ehw.gr/l.aspx?id=8708>

Καρβέας (3/13/2008 v.1) Karbeas (2/15/2006 v.1) 

Quotations

 

Peter of Sicily on Karbeas’ activity:

Ὁ οὖν Καρβέας ἐν τοῖς τότε καιροῖς ἀναφανείς, καὶ τοῦ ὀλεθρίου ἐκείνου λαοῦ καθηγησάμενος, εἰς πλῆθος αὐτὸν ἐπηύξησεν, ὥστε, μὴ χωρουμένου αὐτοῦ ἐν τῷ Ἀργαοῦ, ἐλθεῖν καὶ κτίσαι τὴν Τιβρικὴν καὶ αὐτῇ κατοικῆσαι, ὁμοῦ μὲν καὶ τὴν πρὸς αὐτοὺς τυραννίδα τῶν μελιτηνιατῶν Ἀγαρηνῶν ἐκφεύγων, ὁμοῦ δὲ καὶ αὐτῇ ἀνεπιμιξίᾳ τῶν ἀνθρώπων τοῖς δαίμοσι τελείως ἐξομοιούμενος, ταῖς Ἀρμενίαις τε πλησιάζειν θέλων καὶ τῇ ῾Ρωμανίᾳ· ὥστε τοὺς μὲν πειθομένους αὐτῷ ὑποσπόνδους ποιεῖσθαι καὶ ἔχειν αὐτοὺς πρὸς τὸ αἰχμαλωτεύειν συλλήπτορας, τοὺς δὲ μὴ πειθομένους Σαρακηνοῖς ἀπεμπολεῖν, λεηλατῶν τὰς τῆς ῾Ρωμανίας ἄκρας τὰς πρὸς τῷ Πόντῳ κειμένας, ἅμα δὲ καὶ πρὸς ἔτοιμον καταφύγιον τοῖς ἐν ῾Ρωμανίᾳ διὰ ταύτην τὴν αἵρεσιν ἀποκτεννομένοις τὴν ἐπιτηδειότητα τοῦ τόπου προσπαρασκευάζων· οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς λιχνοτέρους καὶ ἀκολάστους ἀνθρώπους καὶ ἄφρονας τῶν ἄκρων ἐκείνων προσεγγιζόντων τῇ Τιβρικῇ τῇ ἐλευθερίᾳ τῶν αἰσχίστων παθῶν εἰς ἑαυτὸν ἐπὶ τὸ αὐτὸ ἐκκαλούμενος. Ζῶντος τοίνυν ἔτι αὐτοῦ, οἱ μὲν ἐκ τῶν μνημονευθέντων μιερέων αὐτοῦ τὸν ἑαυτῶν βίον κατέστρεψαν, οἱ δὲ ὑπελείφθησαν. Κἀκείνου τοίνυν τὸ ζῆν ἀπορρήξαντος, αὖθις διαδέχεται τὴν τυραννίδα τοῦ ὀλεθρίου λαοῦ αὐτοῦ Χρυσοχέρις, ὁ ἀνεψιὸς καὶ γαμβρὸς αὐτοῦ.

Peter Siceliota, Ιστορία, ed. Astruc, Ch. et al., “Les sources grecques pour l'histoire des Pauliciens d'Asie Mineure”, Travaux et Mémoires 4 (1970), p. 67.10-26.

Karbeas’ activity according to Patriarch Photios:

Ὑπὸ δὲ τοὺς αὐτοὺς ἀναφαίνεται καιροὺς καὶ ὁ τρισαλιτήριος Καρβαίας, ἀνὴρ δεινὸς μὲν ὑπελθεῖν ὄχλον, στεγανὸς δὲ κρύπτειν τὸ ἀνέκφορον, καὶ τοῖς χείλεσιν ἄλλα προφέρειν παρὰ τὴν ἐν τῇ καρδίᾳ μελέτην πιθανώτατος, καὶ πίστιν μὲν οὐδ’ ἥντινα στέργων, ἐπεὶ καὶ τὰ τῶν Ἀράβων θειάζειν ἐσχηματίσατο, πλὴν τῆς ἀποστασίας ἐραστὴς καὶ λέγεσθαι καὶ νομίζεσθαι κλέος ποιούμενος· οὐδὲ τῆς κατὰ πόλεμον ἐμπειρίας ἦν ἀγύμναστος· διὸ καὶ τῆς ἀποστατικῆς ἐκείνης πληθύος ἤδη πρὸς χεῖρα πολεμικήν τε καὶ βαρεῖαν ἁδρυνομένης ἄρχειν ὑπὸ τοῦ πλήθους ᾑρέθη, ὃς ἐπὶ μᾶλλον αὔξων τε καὶ κρατύνων τὸ θεομάχον ἄθροισμα, ἐπεὶ τῇ βραχύτητι τοῦ πολιχνίου στενοχωρουμένους εἶδεν τοὺς ὑπὸ χεῖρα, πόλιν ἄλλην εὐρυχωροτέραν ἐγείρει, ἣν ἐπωνόμαζον Τεφρικήν, καὶ ταύτην τοῖς ἑπομένοις πολίζει, ὁμοῦ μὲν καὶ τὴν ἐπιφερομένην τῶν Μελιτινιτῶν ἀποκλίνων τυραννίδα. Καὶ γὰρ εἰ καὶ κατ’ ἀρχὰς φιλοφρόνως ὑπεδέξαντο, ἀλλ’ οὐκ πλουτοῦντας ὁρῶντες καὶ πλέον ὧν ἤλπιζον ταῖς καθ’ ἡμέραν λῃστρικαῖς ἐφόδοις εἰς εὐπορίαν ἐπιδιδόντας, οὐκέτι τὸν ὀφθαλμὸν αὐτοῖς ἐπιβάλλειν φθόνου χωρὶς καὶ πλεονεξίας ἠδύναντο· διὸ λαφυραγωγοῦντες αὐτοὺς τέχναις πολλαῖς καὶ μεθόδοις οὐκ ἐνέλιπον. Μία τοίνυν καὶ αὕτη αἰτία, δι’ ἣν ὡς ἀπωτέρω τῆς προτέρας οἰκήσεως πολίζειν ἔγνω τὸ ὑπήκοον, ἔτι δὲ καὶ τῷ ἀνεπιμίκτῳ τῶν ἄλλων ἀνθρώπων εἰς τὰς δαιμονιώδεις καὶ ἐκτόπους τῶν πράξεων, ἅτε δὴ καθ’ ἑαυτοὺς ὄντας, ἀδεῶς χωρεῖν καὶ σὺν παρρησίᾳ προνοούμενος. Ἐκ γειτόνων γὰρ ἔχοντες πρότερον τοὺς Σαρακηνούς, ἔσεβον μὲν τὰ αὐτῶν, ἔσεβον δὲ καὶ τὰ ἐκείνων, ἀλλὰ τὰ μὲν ἐκείνων θεατρίζοντες, τὰ οἰκεῖα δὲ μυστηριαζόμενοι. Ἐπὶ τούτοις δὲ καὶ ἐπίκαιρος ἐδόκει πρὸς τὰς καταδρομὰς τῆς ῥωμαϊκῆς ἀρχῆς ἣν ἀνίστη πόλιν· μᾶλλόν τε γὰρ ἐπλησίαζεν τοῖς αὐτῆς ὁρίοις· ἀλλὰ καὶ εἴ τις αὐτομολεῖν ἐκεῖθεν ἐβούλετο τῶν τὴν αὐτὴν ἀσέβειαν ἐγκόλπιον φερόντων, ἐτοιμοτέραν εὕρισκεν διὰ τὸ γειτόνημα τὴν πρὸς αὐτὸν καταφυγήν τε καὶ ἀναχώρησιν. Οὓς μὲν οὖν ἐκεῖνος διήνεγκεν οὐκέτι λῃστρικούς, ἀλλ’ ἐκ παρατάξεως τε καὶ δημοσίους πολέμους καθ’ ἑαυτόν τε καὶ τοῖς Σαρακηνοῖς συνταττόμενος, ἐν οἷς τε τὸ πλέον ἔσχεν καὶ ἐν οἷς ἀπηνέγκατο τὸ ἧττον, ἄλλης τέ ἐστιν ὑποθέσεως καὶ ἰδιάζοντος χρόνου. Ὅτι δὲ παντοδαπῶν ἐπλήρωσε συμφορῶν τὰς τῆς ῥωμαϊκῆς ἀρχῆς πλησιαζούσας αὐτῷ χώρας, τὸ μέγεθος ἐξαρκεῖ τοῦ πάθους ἀντί λόγου τοῖς μεθ’ ἡμᾶς παρασχεῖν ἀνεπίληστον τὴν γνώσιν. Πλὴν ἀλλ’ ὅγε παλαμναῖος ἐκεῖνος, χρόνοις μακροῖς τὰ ἀνήκεστα δράσας, ὀψὲ καὶ μόλις νόσῳ τὸν βίον κατέστρεψεν, καὶ τῆς ἐκείνου τυραννίδος καὶ τῆς ἀσεβείας διάδοχος ἀναδείκνυται ἐπὶ παιδὶ μὲν γαμβρός, ἐκ τοῦ γένους δὲ τὸ ἀνεψιὸν ἕλκων καὶ τὸ ἐπώνυμον Χρυσοχέρης.

Patriarch Photios, Διήγησις της νεοφανούς των Μανιχαίων αναβλαστήσεως, ed. Astruc, Ch. et al., “Les sources grecques pour l'histoire des Pauliciens d'Asie Mineure”, Travaux et Mémoires 4 (1970), pp. 171.14-173.14.

Karbeas' escape from the Arabs, according to a chronicle of that period:

Εἶχε μὲν οὖν οὕτω τὰ κατὰ τὴν δύσιν λαμπρῶς τε καὶ ἐτεθρύλητο πανταχοῦ. ἐφ’ οἷς ἀγαλλομένη ἐκείνη, καὶ οἷον τρόπαια ἐπιθεῖναι μείζω δι’ ἐφέσεως ἔχουσα, καὶ τοὺς κατὰ τὴν ἀνατολὴν Παυλικιανοὺς ἐπειρᾶτο μετάγειν ὡς βούλοιτο πρὸς εὐσέβειαν ἢ ἐξαιρεῖν καὶ ἀπ’ ἀνθρώπων ποιεῖν· ὃ καὶ πολλῶν κακῶν τὴν ἡμετέραν ἐνέπλησεν. ἡ μὲν γὰρ πέμψασά τινας τῶν ἐπ’ ἐξουσίας (ὁ τοῦ Ἀργυροῦ καὶ ὁ τοῦ Δουκὸς καὶ ὁ Σουδάλης οἱ ἀποσταλέντες ἐλέγοντο) τοὺς μὲν ξύλῳ ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδουν, τοὺς δὲ τῷ τῆς θαλάσσης βυθῷ. ὡσεὶ δέκα μυριάδας ὁ οὕτως ἀπολλύμενος ἠριθμεῖτο λαός, καὶ ἡ ὕπαρξις αὐτῶν τῷ βασιλικῷ ταμιείῳ … ἤγετο καὶ εἰσεκομίζετο. ὑπῆρχεν οὖν τῷ στρατηγῷ τῶν Ἀνατολικῶν (Θεόδοτος οὗτος ἦν ὁ κατὰ τὸν Μελισσηνὸν) ἀνήρ τις εἰς τὴν ὑπηρεσίαν καταριθμούμενος, Καρβέας ὀνόματι, τὴν τοῦ πρωτομανδάτορος πληρῶν ἀρχήν, τῇ πίστει τῶν εἰρημένων τούτων Παυλικιανῶν ἐγκαυχώμενός τε καὶ σεμνυνόμενος. ὡς οὖν τὸν ἑαυτοῦ οὗτος ἀκήκοε πατέρα ἀνηρτῆσθαι τῷ ξύλῳ, πέρα δεινῶν τοῦθ’ ἡγησάμενος καὶ τὰ ἑαυτοῦ προσοικονομῶν φυγὰς μετὰ καὶ ἑτέρων πέντε χιλιάδων τῆς τοιαύτης κεκοινωνηκότων αἱρέσεως πρὸς τὸν τῆς Μελιτηνῆς τηνικαῦτα κατάρχοντα Ἄμερα γίνεται, κακεῖθεν πρὸς τὸν ἀμεραμνουνῆ παραγίνονται. μετὰ δὲ πολλῆς ἀποδεχθέντες τιμής, καὶ λόγον ἀσφαλείας δόντες τε καὶ λαβόντες ὁμοίως, ἐξέρχονται μετ’ οὐ πολὺ κατὰ τῆς ῾Ρωμαίων γῆς, καὶ τῶν τροπαίων ἕνεκεν, ἐπεὶ πρὸς πολυπληθίαν ἐνεδίδοσαν, πόλεις τε κτίζειν ἐπιχειροῦσιν αὐτοῖς, τὴν οὕτω καλουμένην Ἀργαοῦν καὶ τὴν Ἀμάραν, καὶ αὖθις πολλῶν ἐκεῖσε ἐπιρρεόντων τῇ αὐτῇ κακίᾳ ἐνισχημένων καὶ ἑτέραν κτίζειν κατάρχουσι, Τεφρικὴν ταύτην κατονομάσαντες· ἀφ’ ὧν ὁρμῶντες πολλοὶ κατ’ αὐτὸ γινόμενοι, ὅ τε τῆς Μελιτηνῆς Ἄμερ, ὃν οὕτω πως συμφθείροντες τὰ στοιχεῖα Ἄμβρον ἐκάλεσαν οἱ πολλοί, καὶ ὁ τῆς Ταρσοῦ Ἀλῆς καὶ αὐτὸς οὗτος ὁ Καρβέας ὁ δείλαιος, οὐκ ἔληγον αὐθαδῶς τῇ τῶν ῾Ρωμαίων γῇ λυμαινόμενοι. ἀλλ’ ὁ μὲν Ἀλῆς ἔν τινι τῶν Ἀρμενίων χώρᾳ ἄρχειν ἀποσταλεὶς ἐκεῖσε θᾶττον ἢ βουλής εἶχε τὸν βίον κατέστρεψε σὺν τῷ ἑαυτοῦ ἀκαίρῳ στρατῷ· ὁ δὲ Ἄμερ μετὰ τοῦ συνάρχοντος αὐτοῦ τοῦ Σκληροῦ (οὕτως ἐλέγετο) εἰς ἐμφύλιον στὰς πόλεμον ἐκ φιλονεικίας ἐφθείρετό τε καὶ ἐκείνων ἀλλ’ οὐ ἄλλοις πολεμεῖν ᾤετο δεῖν. εἰς τοσοῦτον δὲ τούτοις ἡ ἔρις ἐπηύξητο καὶ ἀλλήλοις ἀντεστρατήγουν, ἄχρις ἂν εἰς δέκα μόλις ἔληγεν χιλιάδας ἡ τούτων ἰσχὺς ἐκ πεντήκοντά που καὶ μικρόν τι πρός. ἐπεὶ γοῦν οὗτος τῶν ἐχθρῶν ὑπερίσχυσεν, ἔγνω αὖθις θρασύτητι καταστρατηγούμενος κατὰ τὴν ῾Ρωμαίων ὅπλα κινεῖν, τῷ Καρβέᾳ ἑνούμενος. ἀντεστρατεύετο δὲ αὐτοῖς Πετρωνᾶς, τὴν τοῦ δομεστίκου τότε ἀρχὴν διοικῶν· λόγῳ μὲν γὰρ Βάρδα ταύτην διέπειν ἐδέδοτο, ἀλλ’ ἐπεὶ σχολάζειν οὗτος ἠναγκάζετο ὡς ἐπίτροπος, τὸν ἀδελφὸν ἠξίου, στρατηγὸν ὄντα τῶν Θρᾳκησίων, πράγματι ταύτην διέπειν καὶ διοικεῖν.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 165.11-167.10.

Karbeas participates in the defence of Samosata against the Byzantines (859):


Ὁ δὲ Βάρδας ἦν ὅλος τὰ τῆς βασιλείας ἐπιτροπεύων καὶ διοικῶν, καὶ τῶν λοιπῶν διαφερόντως ὡς συγγενὴς τοῦ βασιλέως ἀγαπώμενος· ἔνθεν καὶ τὴν κουροπαλάτου, οἷον ἆθλον ἐπὶ τῇ ἀδελφῇ, τιμὴν ἀναδέχεται, καὶ κατὰ τῶν Ἰσμαηλιτῶν καὶ τοῦ Ἄμερ, ὥσπερ εἴρηται, ἀντιστρατεύονται μετὰ τοῦ Μιχαήλ, ἄρτι τελοῦντος αὐτοῦ εἰς ἄνδρας ἐξ ἀγενείων, δυνάμει πάσῃ τε καὶ χειρί. ὡς δ’ οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς, κατὰ πόλιν Σαμόσατα λεγομένην, δυνάμει τε βρίθουσαν καὶ ἰσχύϊ, ἄγονται, καὶ ταύτην ἐπεχείρουν πολιορκεῖν. ἀλλ’ ἐλελήθεισαν οὐ κατὰ Θεοδώρας αἴροντες χεῖραν, κατὰ δὲ πολυτρόπων ἀνδρῶν. ὡς μὲν γὰρ ἦν τρίτη τῆς ἐφεδρείας τούτοις ἡμέρα, ἡ πρώτη δὲ καὶ κυρία τῶν ἡμερῶν, ἔμελλον δὲ τὴν ἀναίμακτον μυσταγωγίαν ἐκπληροῦν ὡς ἂν τῶν ἁγίων μυστηρίων μετάσχοιεν, ἐξαίφνης, εἴτ’ ἀφυλάκτως τελοῦντες αὐτά, εἴτε καὶ καταφρονητικῶς ἔχοντες πρὸς τὴν πόλιν δι’ ἀπειρίαν ὡς μὴ πρὸς βασιλέα ῾Ρωμαίων ἆραι τολμῶντος χεῖρα τινός, κατὰ τὴν ὥραν ἐν ᾗ τῶν θείων ἔμελλον μετασχεῖν μυστηρίων, πάντοθεν μεθ’ ὅπλων ἐκπεπηδηκότες τῆς πόλεως, οὐκ ἦν ἰδεῖν τὸν ὅστις ῾Ρωμαίων οὐκ ἐχρῆτο φυγῇ. ἔνθα καὶ ὁ Μιχαὴλ μόλις που τὸν ἵππον ἀναβὰς φεύγων καθωρᾶτο, ἀλλ’ οὐ προπολεμῶν· οὕτω που μόγις ἐκσέσωστο, σκηνὰς αὐτὰς καὶ τὴν ὅση τούτοις θεραπεία προσῆν ἐκεῖ καταλελοιπώς. ἔνθα καὶ τὸν προμνημονευθέντα φασὶν ἀριστεῦσαι Καρβέαν τὸν τὴν Τεφρικὴν οἰκοδομησάμενον, καὶ πολὺν οὐ μόνον τοῦ χυδαίου φθόρον λαοῦ κατεργάσαθαι, ἀλλὰ καὶ τῶν μεγάλων δὴ στρατηγῶν ζωγρείᾳ λαβεῖν τόν τε τζαγγότουβον τὸν Ἀβεσαλὼμ καὶ Σηὼν τὸν παλατῖνον, καὶ ἑτέρους ὑποστρατήγους καὶ τουρμάρχας ἄχρι τῶν ἑκατόν. ἐτηροῦντο οὖν οἱ δηλωθέντες στρατηγοὶ μετὰ τὴν τοῦ πολέμου παραδρομὴν ἐν τῇ φυλακῇ· καὶ δὴ χρήματα ἱκανὰ τῷ Καρβέᾳ ἐδίδοσαν, οἴκοθεν μεταπεμψάμενοι, τὴν αὐτῶν ἀπολύτρωσιν ἐξαιτούμενοι. ὡς δ’ ἔλαβεν ἐπὶ χεῖρας ὁ Καρβέας, ἠρώτα τὸν Σηὼν εὐθὺς εἰ πρὸς ἀφροδίσια ἔχοι ἐρωτικῶς καὶ τὸ ἑαυτοῦ σῶμα κίνησιν ἔχει τὴν ἐμπαθῆ· ὡς δ’ ἀπηγόρευσεν ὁ Σηὼν καὶ πάσχειν τι τοιοῦτον ἀπέφησεν, ἠρώτα πάλιν τὰ ὅμοια τὸν Ἀβεσαλώμ. ὁ δὲ τὴν αὐτοῦ φωράσας κακίαν καὶ μοχθηρίαν, εἴτε καὶ ἄλλως ἀληθῶς, τοῦτό τε πάσχειν καὶ κίνησιν ὑπομένειν εἰπών, τούτῳ μὲν «λυτροῦσαι» ἔφη «τῶν δεσμῶν», καὶ ἅμα ἀπέλυεν, τῷ δὲ Σηὼν «οὐ βούλεταί σε τὸ θεῖον λυθῆναι δη τῆς φρουρᾶς», καὶ ἅμα ἐδίδου τούτῳ τὰ λύτρα τὰ δοθέντα αὐτῷ ὑπὲρ αὐτοῦ, καὶ τῇ φρουρᾷ ἐγκατέκλειεν ἄχρις οὗ τὴν ψυχὴν ἀπεστάλαξεν.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 176.1-177.17.

The historian John Skylitzes refers to the role Karbeas played in repelling the Byzantine attack against Samosata:

Ἔκρινε γοῦν ἅμα τῷ βασιλεῖ κατὰ τῶν Ἰσμαηλιτῶν ἐκστρατεῦσαι καὶ τοῦ τῆς Μελιτηνῆς ἀμηρεύοντος Ἄμερ, ἄρτι εἰς ἄνδρας τελοῦντι ἐξ ἀγενείων, ὡς δ’ οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς καὶ κατὰ τὰ Σαμόσατα ἐγένοντο (πόλις δὲ τὰ Σαμόσατα τῶν παρευφρατιδίων, δυνάμει τε βρίθουσα καὶ ἰσχύϊ), ταύτην ἐπεχείρουν πολιορκεῖν. ἐμποιησαμένων δὲ τῶν Σαρακηνῶν δειλίαν καὶ συγκεκλεικότων ἔνδον ἑαυτοὺς καὶ μηδενὸς ἐκπηδώντος τοῦ τείχους τάχα διὰ δειλίαν τῆς βασιλικῆς δυνάμεως, ἀμελῶς καὶ ἀφυλάκτως οἱ ῾Ρωμαῖοι διῆγον. κατὰ δὲ τὴν τρίτην τῆς ἐφεδρείας ἡμέραν (ἡ κυρία δὲ ἦν καὶ πρώτη τῶν ἡμερῶν) τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, ἐν ᾗ τῶν θείων μετασχεῖν ἔμελλον μυστηρίων, τὰς πύλας οἱ Σαρακηνοί διαπετάσαντες καὶ μεθ’ ὅπλων ἐκπεπηδηκότες πάντοθεν ἐπιτίθενται τοῖς ῾Ρωμαίοις. οἱ δὲ τῷ ἀδοκήτῳ καταπλαγέντες τῆς ἐπιθέσεως εὐθύς πρὸς φυγὴν ὥρμησαν. ἔνθα καὶ Μιχαὴλ ὁ βασιλεὺς μόλις που τὸν ἵππον ἀναβὰς ἐργωδῶς διεσώθη, τῆς ἀποσκευῆς πάσης τοῦ βασιλέως καὶ τῶν στρατιωτῶν ληφθείσης παρὰ τῶν πολεμίων, τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Καρβέα μᾶλλον τῶν ἄλλων ἀριστεύσαντος καὶ καταβαλόντος οὐ μόνον πολλοὺς τῶν ἀφανῶν τῆς στρατιᾶς, ἀλλὰ καὶ ζωγρίᾳ λαβόντος οὐκ ὀλίγους τῶν ἐπιφανῶν στρατηγῶν καὶ τουρμάρχας τῶν ἑκατὸν οὐκ ἐλάττους, ὧν οἱ μὲν ἄλλοι λύτρα δόντες ἀπελύθησαν, μόνος δὲ Σηὼν ὁ στρατηγὸς τῇ φυλακῇ ἐναπέψυξε.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Berlin – New York 1973), pp. 98.82-99.7.

 
 
 
 
 

Entry's identity

 
press image to open photo library
 

>>>